Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
Bölümler
Metin 1–326

Metin

 
τειρομένην ὠδῖσι· δύω δέ οἱ εἵατο φρουροὶ
 
γαῖαν ἐποπτεύοντες, ὁ μὲν πέδον ἠπείροιο
 
ἥμενος ὑψηλῆς κορυφῆς ἔπι Θρήικος Αἵμου
 
θοῦρος Ἄρης ἐφύλασσε σὺν ἔντεσι, τὼ δέ οἱ ἵππω
 
ἑπτάμυχον βορέαο παρὰ σπέος ηὐλίζοντο· 65
 
ἡ δʼ ἐπὶ νησάων ἑτέρη σκοπὸς εὐρειάων
 
ἧστο κόρη Θαύμαντος ἐπαΐξασα Μίμαντι.
 
ἔνθʼ οἱ μὲν πολίεσσιν ὅσαις ἐπεβάλλετο Λητὼ
 
μίμνον ἀπειλητῆρες, ἀπετρώπων δὲ δέχεσθαι.
 
φεῦγε μὲν Ἀρκαδίη, φεῦγεν δʼ ὄρος ἱερὸν Αὔγης 70
 
Παρθένιον, φεῦγεν δʼ ὁ γέρων μετόπισθε Φενειός. Φενειός Arnaldus; Φεναιός.
 
φεῦγε δʼ ὅλη Πελοπηὶς ὅση παρακέκλιται Ἰσθμῷ,
 
ἔμπλην Αἰγιαλοῦ τε καὶ Ἄργεος· οὐ γὰρ ἐκείνας
 
ἀτραπιτοὺς ἐπάτησεν, ἐπεὶ λάχεν Ἴναχον Ἥρη.
 
φεῦγε καὶ Ἀονίη τὸν ἕνα δρόμον, αἱ δʼ ἐφέποντο 75
 
Δίρκη τε Στροφίη τε μελαμψήφιδος ἔχουσαι
 
Ἰσμηνοῦ χέρα πατρός, ὁ δʼ εἵπετο πολλὸν ὄπισθεν
 
Ἀσωπὸς βαρύγουνος, ἐπεὶ πεπάλακτο κεραυνῷ.
 
ἡ δʼ ὑποδινηθεῖσα χοροῦ ἀπεπαύσατο νύμφη
 
αὐτόχθων Μελίη καὶ ὑπόχλοον ἔσχε παρειὴν 80
← Önceki Metin · 4 / 17 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme