Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
Bölümler
Metin 1–326

Metin

 
οὔτε σιωπηλὴν οὔτʼ ἄψοφον οὖλος ἐθείραις
 
ἕσπερος, ἀλλʼ αἰεί σε καταβλέπει ἀμφιβόητον.
 
οἱ μὲν ὑπαείδουσι νόμον Λυκίοιο γέροντος,
 
ὅν τοι ἀπὸ Ξάνθοιο θεοπρόπος ἤγαγεν Ὠλήν· 305
 
αἱ δὲ ποδὶ πλήσσουσι χορίτιδες ἀσφαλἐς οὖδας.
 
δὴ τότε καὶ στεφάνοισι βαρύνεται ἱρὸν ἄγαλμα
 
Κύπριδος ἀρχαίης ἀριήκοον, ἥν ποτε Θησεὺς
 
εἵσατο σὺν παίδεσσιν, ὅτε Κρήτηθεν ἀνέπλει.
 
οἳ χαλεπὸν μύκημα καὶ ἄγριον υἷα φυγόντες 310
 
Πασιφάης καὶ γναμπτὸν ἕδος σκολιοῦ λαβυρίνθου,
 
πότνια, σὸν περὶ βωμὸν ἐγειρομένου κιθαρισμοῦ
 
κύκλιον ὠρχήσαντο, χοροῦ δʼ ἡγήσατο Θησεύς.
 
ἔνθεν ἀειζώοντα θεωρίδος ἱερὰ Φοίβῳ
 
Κεκροπίδαι πέμπουσι, τοπήια νηὸς ἐκείνης. 315
 
Ἀστερίη πολύβωμε πολύλλιτε, τίς δέ σε ναύτης
 
ἔμπορος Αἰγαίοιο παρήλυθε νηὶ θεούσῃ;
 
οὐχ οὕτω μεγάλοι μιν ἐπιπνείουσιν ἀῆται,
 
χρειὼ δʼ ὅττι τάχιστον ἄγει πλόον, ἀλλὰ τὰ λαίφη
 
ὠκέες ἐστείλαντο καὶ οὐ πάλιν αὖτις ἔβησαν, 320
 
πρὶν μέγαν ἢ μέγαν ἢ (ἦ) MSS.; μεγάλη Wilamowitz. σέο βωμὸν ὑπὸ πληγῇσιν ἑλίξαι
← Önceki Metin · 16 / 17 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme