Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
Bölümler
Metin 1–326

Metin

 
κλήρους ἐστήσαντο, καὶ οἳ καθύπερθε βορείης
 
οἰκία θινὸς ἔχουσι, πολυχρονιώτατον αἷμα.
 
οἳ μέν τοι καλάμην τε καὶ ἱερὰ δράγματα πρῶτοι
 
ἀσταχύων φορέουσιν· ἃ Δωδώνηθι Πελασγοί
 
τηλόθεν ἐκβαίνοντα πολὺ πρώτιστα δέχονται, 285
 
γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος·
 
δεύτερον Ἱερὸν ἄστυ καὶ οὔρεα Μηλίδος αἴης
 
ἔρχονται· κεῖθεν δὲ διαπλώουσιν Ἀβάντων
 
εἰς ἀγαθὸν πεδίον Ληλάντιον· οὐδʼ ἔτι μακρός
 
ὁ πλόος Εὐβοίηθεν, ἐπεὶ σέο γείτονες ὅρμοι. 290
 
πρῶταί τοι τάδʼ ἔνεικαν ἀπὸ ξανθῶν Ἀριμασπῶν
 
Οὖπίς τε Λοξώ τε καὶ εὐαίων Ἑκαέργη,
 
θυγατέρες Βορέαο, καὶ ἄρσενες οἳ τότʼ ἄριστοι
 
ἠιθέων· οὐδʼ οἵ γε παλιμπετὲς οἴκαδʼ ἵκοντο,
 
εὔμοιροι δʼ ἐγένοντο, καὶ ἀκλέες οὔποτʼ ἐκεῖνοι. 295
 
ἦ τοι Δηλιάδες μέν, ὅτʼ εὐήχης ὑμέναιος
 
ἤθεα κουράων μορμύσσεται, ἥλικα χαίτην
 
παρθενικαῖς, παῖδες δὲ θέρος τὸ πρῶτον ἰούλων
 
ἄρσενες ἠιθέοισιν ἀπαρχόμενοι φορέουσιν.
 
Ἀστερίη θυόεσσα, σὲ μὲν περί τʼ ἀμφί τε νῆσοι 300
← Önceki Metin · 15 / 17 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme