Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
Bölümler
Metin 1–326

Metin

 
χρύσειον δʼ ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης,
 
χρυσῷ δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς.
 
αὐτὴ δὲ χρυσέοιο ἀπʼ οὔδεος εἵλεο παῖδα,
 
ἐν δʼ ἐβάλευ κόλποισιν, ἔπος δʼ ἐφθέγξαο τοῖον· 265
 
ᾦ μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα,
 
πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι·
 
αὐτὴ αὕτη Reiske. ἐγὼ τοιήδε, δυσήροτος, ἀλλʼ ἀπʼ ἐμεῖο
 
Δήλιος Απόλλων κεκλήσεται, οὐδέ τις ἄλλη
 
γαιάων τοσσόνδε θεῷ πεφιλήσεται ἄλλῳ, 270
 
οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίῳ,Λεχαίου Hemsterhuis.
 
οὐ πάγος Ἑρμείῃ Κυλλήνιος, οὐ Διὶ Κρήτη,
 
ὡς ἐγὼ Ἀπόλλωνι· καὶ ἔσσομαι οὐκέτι πλαγκτή.
 
ὧδε σὺ μὲν κατέλεξας· ὁ δὲ γλυκὺν ἔσπασε μαζόν.
 
τῶ καὶ νησάων ἁγιωτάτη ἐξέτι κεἰνου 275
 
κλἠζῃ, Ἀπόλλωνος κουροτρόφος· οὐδέ σʼ Ἐνυὼ
 
οὐδʼ Ἀίδης οὐδʼ ἵπποι ἐπιστείβουσιν Ἄρηος·
 
ἀλλά τοι ἀμφιετεῖς δεκατηφόροι αἰὲν ἀπαρχαὶ
 
πέμπονται, πᾶσαι δὲ χοροὺς ἀνάγουσι πόληες,
 
αἵ τε πρὸς ἠοίην αἵ θʼ ἕσπερον αἵ τʼ ἀνὰ μέσσην 280
 
κλήρονς ἐστήσαντο, καὶ οἳ καθύπερθε βορείης
← Önceki Metin · 14 / 17 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme