Metin
λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδʼ ὅθι δειλαί
δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλʼ ὅθι φῶκαι
εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις.
Ἀστερίηι δʼ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε
ἀμπλακίης, οὐδʼ ἔστιν ὅπως ἀποθύμια ῥέξω·
245
τόσσα δέω· μάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ·
ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκʼ ἐμεῖο
δέμνιον οὐκ ἐπάτησε, Διὸς δʼ ἀνθείλετο πόντονʼ.
ἣ μὲν ἔφη· κύκνοι δὲ θεοῦ μέλποντες ἄοζοι
Μηιόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες
250
ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείηι
Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν·
ἔνθεν ὁ παῖς τοσσάσδε λύρηι ἐνεδήσατο χορδάς
ὕστερον, ὁσσάκι κύκνοι ἐπʼ ὠδίνεσσιν ἄεισαν.
ὄγδοον οὐκέτʼ ἄεισαν, ὃ δʼ ἔκθορεν, αἳ δʼ ἐπὶ μακρὸν
255
νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο,
εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δʼ αἰθήρ
χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν,
οὐδʼ Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς.
χρύσεά τοι τότε πάντα θεμείλια γείνετο Δῆλε,
260