Metin
Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου.
ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδʼ ἐδέχοντο·
Ἀστερίη δʼ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν,
Ἀστερίη, πόντοιο κακὸν σάρον· οἶσθα καὶ αὐτή.
225
ἀλλά, φίλη, δύνασαι γάρ, ἀμύνειν, πότνια, δούλοις
ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῇ.
ἦ καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς,
Ἀρτέμιδος ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης,
ἵζει θηρήτειρα παρʼ ἴχνεσιν, οὔατα δʼ αὐτῆς
230
ὀρθὰ μάλʼ, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν·
τῇ ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη.
κείνη δʼ οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης,
οὐδʼ ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσῃ,
ἀλλʼ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο
235
τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει.
οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας
ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπῃ
δεσπότις. ἡ δʼ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα
οὕτω νῦν, ὦ Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε
240
λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδʼ ὅθι δειλαὶ