Metin
γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῆι,
180
ἀλλʼ ἤδη παρὰ νηὸν ἀπαυγάζωνται † φάλαγγες
δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο
φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε
ἀσπίδας, αἳ Γαλάτηισι κακὴν ὁδὸν ἄφρονι φύλωι
στήσονται· τέων αἳ μὲν ἐμοὶ γέρας, αἳ δʼ ἐπὶ Νείλωι
185
ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι
κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος.
ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω.
αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν
ὕστερον ἤματα πάντα· σὺ δὲ ξυμβάλλεο μῆτερ·
190
ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή,
πλαζομένη πελάγεσσι· πόδες δέ οἱ οὐχ ἑνὶ χώρωι,
ἀλλὰ παλιρροίηι ἐπινήχεται ἀνθέρικος ὥς,
ἔνθα νότος, ἔνθʼ εὖρος, ὅπη φορέηισι θάλασσα.
τῆι με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν.ʼ
195
αἳ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι·
Ἀστερίη φιλόμολπε, σὺ δʼ Εὐβοίηθε κατήιεις,
Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν,
ἀλλʼ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος·