Thesauros Literature hymns εἰς Δῆλον

εἰς Δῆλον

εἰς Δῆλον Callimachus
Bölümler
Metin 1–326

Metin

 
ἀλλʼ ἤδη παρὰ νηὸν ἀπαυγάζοιντο φάλαγγας φάλαγγες MSS.; corr. Bentley.
 
δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο
 
φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε
 
ἀσπίδας, αἳ Γαλάτῃσι κακὴν ὁδὸν ἄφρονι φύλῳ
 
στήσονται· τέων αἱ μὲν ἐμοὶ γέρας, αἱ δʼ ἐπὶ Νείλῳ 185
 
ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι
 
κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος.
 
ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω.
 
αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν
 
ὕστερον ἤματα πάντα. σὺ δὲ ξυμβάλλεο, μῆτερ· 190
 
ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή,
 
πλαζομένη πελάγεσσι· πόδες δέ οἱ οὐχ ἑνὶ χώρῳ,
 
ἀλλὰ παλιρροίῃ ἐπινήχεται ἀνθέρικος ὥς,
 
ἔνθα νότος, ἔνθʼ εὖρος, ὅπη φορέῃσι θάλασσα.
 
τῇ με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν. 195
 
αἱ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι·
 
Ἀστερίη φιλόμολπε, σὺ δʼ Εὐβοίηθε κατῄεις,
 
Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν,
 
ἀλλʼ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος·
 
. φλεξας ἐπεὶ περικαίεο πυρί, The better MSS. leave a vacant space for line 200 and of line 201 have only φλέξας ἐπεὶ περικαίεο πυρί (κῆρι emend. Bentley). Only the late and inferior MSS. (Schneider's LMNO) supply ἔστης δ’ ἐν μέσσῃσι κατοικτείρασα δὲ Λητὼ | φῦκος ἅπαν κατέφλεξας, or similar words; a very bad attempt to fill the lacuna. Some verb of speaking seems necessary.
← Önceki Metin · 10 / 17 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme