Thesauros Literature hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
Bölümler
Metin 1–268

Metin

 
παύσατʼ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη, 160
 
τῆι ποτʼ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.
 
σοὶ δʼ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας
 
ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι
 
Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν
 
ὠκύθοον τριπέτηλον, ὃ καὶ Διὸς ἵπποι ἔδουσιν· 165
 
ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο
 
ὕδατος, ὄφρʼ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.
 
αὐτὴ δʼ ἐς πατρὸς δόμον ἔρχεαι· οἳ δέ σʼ ἐφʼ ἕδρην
 
πάντες ὁμῶς καλέουσι· σὺ δʼ Ἀπόλλωνι παρίζεις.
 
ἡνίκα δʼ αἱ νύμφαι σε χορῶι ἔνι κυκλώσονται 170
 
ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο
 
ἢ Πιτάνης (καὶ γὰρ Πιτάνη σέθεν) ἢ ἐνὶ Λίμναις,
 
ἢ ἵνα δαῖμον Ἀλὰς Ἀραφηνίδας οἰκήσουσα
 
ἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δʼ εἴπαο τέθμια Ταύρων,
 
μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ 175
 
τετράγυον τέμνοιεν ὑπʼ ἀλλοτρίωι ἀροτῆρι·
 
ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι
 
κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶεν
 
εἰναετιζόμεναι κεραελκέες, αἳ μέγʼ ἄρισται
← Önceki Metin · 9 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme