Metin
θηητὴν φορέουσιν, ὅτʼ ἐς Διὸς οἶκον ἐλαύνεις.
ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῇσι δέχονται
ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων
θηρίον ὅττι φέρῃσθα· πάροιθέ γέ, γε Blomf.; δέ. πρίν περ ἱκέσθαι
καρτερὸν Ἀλκεΐδην· νῦν δʼ οὐκέτι τοῦτον ἄεθλον
145
Φοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων
ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα
νεῖαι πῖον ἔδεσμα· θεοὶ δʼ ἐπὶ πάντες ἐκείνῳ
ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή,
ταῦρον ὅτʼ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅ γε ὅ γε d; ὅτε. χλούνην
150
κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα·
κερδαλέῳ μύθῳ σε, θεή, μάλα τῷδε πινύσκει
βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθὸν
ὡς ἐμὲ κικλήσκωσιν. κικλήσκωσιν F and Voss. 59; -ουσιν AE. ἔα πρόκας ἠδὲ λαγωοὺς
οὔρεα βόσκεσθαι· τί δέ κεν τί κεν. πρόκες ἠδὲ λαγωοὶ
155
ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.
καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλʼ ἐπὶ καὶ τούς.
ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.
οὐ γὰρ ὅ γε Φρυγίῃ περ ὑπὸ δρυὶ γυῖα θεωθεὶς
παύσατʼ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη,
160