Thesauros Literature hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
Bölümler
Metin 1–268

Metin

 
τὸ τρίτον αὖτʼ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτʼ ἐπὶ δὴν δὴν Editor; δρῦν.
 
ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας
 
οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλά τέλεσκον,
 
σχέτλιοι· οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν·
 
κτήνεά φιν λοιμὸς λιμὸς A. καταβόσκεται, ἔργα δὲ πάχνη, 125
 
κείρονται δὲ γέροντες ἐφʼ υἱάσιν, αἱ δὲ γυναῖκες
 
ἢ βληταὶ θνῄσκουσι λεχωίδες ἠὲ φυγοῦσαι
 
τίκτουσιν τῶν τῶν δ᾽ MSS.; corr. Cobet. οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.
 
οἷς οὓς d and Paris. 456. δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι,
 
κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη 130
 
τετραπόδων, εὖ δʼ ὄλβος ἀέξεται· οὐδʼ ἐπὶ σῆμα
 
ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν·
 
οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περ
 
οἴκους ἑστηῶτας ἐσίνατο· ταὶ δὲ θυωρὸν
 
εἰνάτερες γαλόῳ τε μίαν περὶ δίφρα τίθενται. 135
 
πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,
 
εἴην δʼ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή·
 
τῇ ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή,
 
ἐν δὲ καὶ Ἀπόλλων, ἐν δʼ οἵ σεο πάντες ἄεθλοι,
 
ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖα 140
← Önceki Metin · 7 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme