Thesauros Literature hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
Bölümler
Metin 1–268

Metin

 
ἀμβολαδὶς τετυπόντες ἐπὶ ἐπὶ Stephanus, Bentley; ἐπεὶ. μέγα μοχθήσειαν.
 
τῶ σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι
 
οὔτʼ ἄωτην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.
 
οὐ νέμεσις· κείνους γε κείνους δὲ; corr. Meineke. καὶ αἱ μάλα μηκέτι τυτθαὶ
 
οὐδέποτʼ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες. 65
 
ἀλλʼ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,
 
μήτηρ μὲν Κύκλωπας ἑῇ ἐπὶ παιδὶ καλιστρεῖ,
 
Ἄργην ἢ Στερόπην· ὁ δὲ δώματος ἐκ μυχάτοιο
 
ἔρχεται Ἑρμείης σποδιῇ κεχρημένος κεχριμένος in marg. e; κεχρειμένος in marg. T(aurinensis). αἰθῇ·
 
αὐτίκα τὴν κούρην μορμύσσεται, ἡ δὲ τεκούσης 70
 
δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.
 
κοῦρα, σὺ δὲ προτέπω περ, ἔτι τριέτηρος ἐοῦσα,
 
εὖτʼ ἔμολεν Λητώ σε μετʼ ἀγκαλίδεσσι φέρουσα,
 
Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,
 
Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι, 75
 
στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,
 
ὤλοψας δὲ βίηφι· τὸ δʼ ἄτριχον εἰσέτι καὶ νῦν
 
μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσην κόρσῃ Vindob. 318, Vossian. 59.
 
φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματʼ ἀλώπηξ.
 
τῶ μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος 80
← Önceki Metin · 4 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme