Thesauros Literature hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
Bölümler
Metin 1–268

Metin

 
λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕλῃ·
 
ἔνθεν ἐπʼ Ὠκεανόν· πολέας δʼ ἐπελέξατο νύμφας,
 
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
 
χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,
 
οὕνεκα θυγατέρας Λητωίδι πέμπον πέμπον schol. Nicand. Th. 349; πέμπεν or πέμπειν. ἀμορβούς. 45
 
αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε
 
νήσῳ ἐνὶ Λιπάρῃ (Λιπάρη νέον, ἀλλὰ τότʼ ἔσκεν
 
οὔνομά οἱ Μελιγουνίς) ἐπʼ ἄκμοσιν Ἡφαίστοιο
 
ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον·
 
ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην. 50
 
αἱ νύμφαι δʼ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα
 
πρηόσιν Ὀσσαίοισιν ὀσσείοισιν (-ησιν); corr. Meineke. ἐοικότα, πᾶσι δʼ ὑπʼ ὀφρὺν
 
φάεα μουνόγληνα σάκει ἴσα τετραβοείῳ
 
δεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν
 
ἄκμονος ἠχήσαντος ἐπὶ ἐπὶ Bentley ; ἐπεὶ. μέγα πουλύ τʼ ἄημα 55
 
φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη,
 
αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτων
 
Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει,
 
εὖθʼ οἵ γε ῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων
 
ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον 60
← Önceki Metin · 3 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme