Metin
πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλῳ
στησάμεναι χορὸν εὐρύν· ὑπήεισαν δὲ λίγειαι
λεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν πλἥσ(σ)ωσιν MSS.; πλίσσωσιν Arnaldus; ῥήσσωσιν de Jan. ὁμαρτῇ·
οὐ γάρ πω νέβρεια διʼ ὀστέα τετρήναντο,
ἔργονʼ Ἀθηναίης ἐλάφῳ κακόν· ἔδραμε δʼ ἠχὼ
245
Σάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἱ δὲ πόδεσσιν
οὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι.
κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον
δωμήθη, τοῦ δʼ οὔτε θεώτερον ὄψεται ἠὼς
οὐδʼ ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι.
250
τῶ ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε
Λύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶν
ἤγαγε ἤλασε Et. Gud. Et. M. s. v. ἴσος. Κιμμερίων ψαμάθῳ ἴσον, οἵ ῥα παρʼ αὐτὸν
κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.
ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλεν
255
οὔτʼ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος
ὅσσων ἐν λειμῶνι Καϋστρίῳ ἔσταν ἅμαξαι
νοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.
πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη.
μή τις ἀτιμήσῃ τὴν Ἄρτεμιν· οὐδὲ γὰρ Οἰνεῖ
260