Thesauros Literature hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
Bölümler
Metin 1–268

Metin

 
οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπα
 
οὐδέ περ ἐχθαίροντας ἐν Ἄιδι μωμήσασθαι
 
τοξότιν· οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,
 
τάων Μαιναλίη νᾶεν φόνῳ ἀκρώρεια.
 
πότνια πουλυμέλαθρε, πολύπτολι, χαῖρε Χιτώνη 225
 
Μιλήτῳ ἐπίδημε· σὲ γὰρ ποιήσατο Νηλεὺς
 
ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.
 
Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δʼ Ἀγαμέμνων
 
πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῷ
 
μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας, 230
 
Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν
 
ἔπλεον ἀμφʼ Ἑλένῃ Ῥαμνουσίδι θυμωθεῖσαι.
 
ἦ μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς,
 
ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας
 
οὔρεα πλαζομένας Ἀζήνια, ἀξείνια MSS.; corr. Spanheim. τὸν δʼ ἐνὶ Λούσοις 235
 
ἡμέρῃ, οὕνεκα θυμὸν ἀπʼ ἄγριον εἵλεο παίδων.
 
σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραι
 
ἔν ποτε παρραλίῃ Ἐφέσῳ βρέτας ἱδρύσαντο
 
φηγῷ ὑπὸ πρέμεῳ, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ·
 
αὐταὶ δʼ, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντο 240
← Önceki Metin · 12 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme