Thesauros Literature hymns εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν

εἰς Ἄρτεμιν Callimachus
Bölümler
Metin 1–268

Metin

 
ἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνωι 200
 
ἢ πίτυς ἢ σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι·
 
δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος
 
τῆς κούρης, ὅτʼ ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτωι.
 
Οὖπι ἄνασσʼ εὐῶπι φαεσφόρε, καὶ δὲ σὲ κείνην
 
Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης. 205
 
καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῆι ποτʼ ἔδωκας
 
αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη
 
Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορʼ ἀέθλου.
 
καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο
 
πότνια σὴν ὁμόθηρον ἐθήκαο· καὶ δὲ σὲ φασί 210
 
καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι,
 
αἳ πρῶται θοὰ τόξα καὶ ἀμφʼ ὤμοισι φαρέτρας
 
ἰοδόκους ἐφόρησαν· ἀσύλλωτοι δέ φιν ὦμοι
 
δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.
 
ἤινησας δʼ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην, 215
 
κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,
 
καί ἑ κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.
 
οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες
 
μέμφονται κάπροιο· τὰ γὰρ σημήια νίκης
← Önceki Metin · 11 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme