Thesauros Literature hymns εἰς Απόλλωνα

εἰς Απόλλωνα

εἰς Απόλλωνα Callimachus
Bölümler
Metin 1–113

Metin

 
αἰνὸς ὄφις. τὸν μὲν σὺ κατήναρες ἄλλον ἐπʼ ἄλλῳ
 
βάλλων ὠκὺν ὀιστόν, ἐπηύτησε δὲ λαός,
 
ἱὴ ἱὴ παιῆον, ἵει βέλος. εὐθύ σε μήτηρ
 
γείνατʼ ἀοσσητῦρα, τὸ δʼ ἐξέτι κεῖθεν ἀείδῃ.
 
ὁ Φθόνος Ἀπόλλωνος ἐπʼ οὔατα λάθριος εἶπεν 105
 
οὐκ ἄγαμαι τὸν ἀοιδὸν ὃς οὐδʼ ὅσα πόντος ἀείδει.
 
τὸν Φθόνον ὡπόλλων ποδί τʼ ἤλασεν ὧδέ τʼ ἔειπεν·
 
Ἀσσυρίου ποταμοῖο μέγας ῥόος, ἀλλὰ τὰ πολλὰ
 
λύματα γῆς καὶ πολλὸν ἐφʼ ὕδατι συρφετὸν ἕλκει.
 
Δηοῖ δʼ οὐκ ἀπὸ παντὸς ὕδωρ φορέουσι Μέλισσαι, 110
 
ἀλλʼ ἥτις καθαρή τε καὶ ἀχράαντος ἀνέρπει
 
πίδακος ἐξ ἱερῆς ὀλίγη λιβὰς ἄκρον ἄωτον.
 
χαῖρε ἄναξ· ὁ δὲ Μῶμος, ἵνʼ ὁ Φθόνος, φθόνος *I (Vat. 1379), L (Mosquensis), schol. Gregor. Naz. Catal. MSS. Clark. p. 35; φθόρος. ἔνθα νέοιτο.
← Önceki Metin · 6 / 6

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme