Thesauros Literature hymns εἰς Απόλλωνα

εἰς Απόλλωνα

εἰς Απόλλωνα Callimachus
Bölümler
Metin 1–113

Metin

 
ἱὴ ἱὴ Καρνεῖε πολύλλιτε, σεῖο δὲ βωμοί 80
 
ἄνθεα μὲν φορέουσιν ἐν εἴαρι τόσσα περ Ὧραι
 
ποικίλʼ ἀγινεῦσι ζεφύρου πνείοντος ἐέρσην,
 
χείματι δὲ κρόκον ἡδύν· ἀεὶ δέ τοι ἀέναον πῦρ,
 
οὐδέ ποτε χθιζὸν περιβόσκεται ἄνθρακα τέφρη.
 
ἦ ῥʼ ἐχάρη μέγα Φοῖβος, ὅτε ζωστῆρες Ἐνυοῦς 85
 
ἀνέρες ὠρχήσαντο μετὰ ξανθῆισι Λιβύσσαις,
 
τέθμιαι εὖτέ σφιν Καρνειάδες ἤλυθον ὧραι.
 
οἳ δʼ οὔπω πηγῆισι Κύρης ἐδύναντο πελάσσαι
 
Δωριέες, πυκινῆν δὲ νάπαις Ἄζιλιν ἔναιον.
 
τοὺς μὲν ἄναξ ἴδεν αὐτός, ἑῆι δʼ ἐπεδείξατο νύμφηι 90
 
στὰς ἐπὶ Μυρτούσσης κερατώδεος, ἧχι λέοντα
 
Ὑψηὶς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο.
 
οὐ κείνου χορὸν εἶδε θεώτερον ἄλλον Ἀπόλλων,
 
οὐδὲ πόλει τόσʼ ἔνειμεν ὀφέλσιμα, τόσσα Κυρήνηι,
 
μνωόμενος προτέρης ἁρπακτύος. οὐδὲ μὲν αὐτοί 95
 
Βαττιάδαι Φοίβοιο πλέον θεὸν ἄλλον ἔτεισαν.
 
ἱὴ ἱὴ παιῆον ἀκούομεν, οὕνεκα τοῦτο
 
Δελφός τοι πρώτιστον ἐφύμνιον εὕρετο λαός,
 
ἦμος ἑκηβολίην χρυσέων ἐπεδείκνυσο τόξων.
← Önceki Metin · 5 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme