Thesauros Literature hymns εἰς Απόλλωνα

εἰς Απόλλωνα

εἰς Απόλλωνα Callimachus
Bölümler
Metin 1–113

Metin

 
ἀλλʼ αὐτὴν πανάκειαν· ἐν ἄστεϊ δʼ ὦι κεν ἐκεῖναι 40
 
πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντʼ ἐγένοντο.
 
τέχνηι δʼ ἀμφιλαφὴς οὔ τις τόσον ὅσσον Ἀπόλλων·
 
κεῖνος ὀιστευτὴν ἔλαχʼ ἀνέρα, κεῖνος ἀοιδόν
 
(Φοίβωι γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή),
 
κείνου δὲ θριαὶ καὶ μάντιες· ἐκ δέ νυ Φοίβου 45
 
ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο.
 
Φοῖβον καὶ Νόμιον κικλήσκομεν ἐξέτι κείνου,
 
ἐξότʼ ἐπʼ Ἀμφρυσσῶι ζευγίτιδας ἔτρεφεν ἵππους
 
ἠιθέου ὑπʼ ἔρωτι κεκαυμένος Ἀδμήτοιο.
 
ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐδέ κεν αἶγες 50
 
δεύοιντο βρεφέων ἐπιμηλάδες ἧισιν Ἀπόλλων
 
βοσκομένηισʼ ὀφθαλμὸν ἐπήγαγεν· οὐδʼ ἀγάλακτες
 
οἴιες οὐδʼ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι,
 
ἡ δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο.
 
Φοίβωι δʼ ἑσπόμενοι πόλιας διεμετρήσαντο 55
 
ἄνθρωποι· Φοῖβος γὰρ ἀεὶ πολίεσσι φιληδεῖ
 
κτιζομένηισʼ, αὐτὸς δὲ θεμείλια Φοῖβος ὑφαίνει.
 
τετραέτης τὰ πρῶτα θεμείλια Φοῖβος ἔπηξε
 
καλῆι ἐν Ὀρτυγίηι περιηγέος ἐγγύθι λίμνης.
← Önceki Metin · 3 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme