Thesauros Literature hymns εἰς Δία

εἰς Δία

εἰς Δία Callimachus
Bölümler
Metin 1–96

Metin

 
δηναιοὶ δʼ οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί· 60
 
φάντο πάλον Κρονίδηισι διάτριχα δώματα νεῖμαι·
 
τίς δέ κʼ ἐπʼ οὐλύμπωι τε καὶ ἄιδι κλῆρον ἐρύσσαι,
 
δς μάλα μὴ νενίηλος; ἐπʼ ἰσαίηι γὰρ ἔοικε
 
πήλασθαι· τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι.
 
ψευδοίμην ἀίοντος ἅ κεν πεπίθοιεν ἀκουήν. 65
 
οὔ σε θεῶν ἐσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν,
 
σή τε βίη τό τε κάρτος, ὃ καὶ πέλας εἵσαο δίφρου.
 
θήκαο δʼ οἰωνῶν μέγʼ ὑπείροχον ἀγγελιώτην
 
σῶν τεράων· ἅ τʼ ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις.
 
εἵλεο δʼ αἰζηῶν ὅ τι φέρτατον· οὐ σύ γε νηῶν 70
 
ἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν·
 
ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκας
 
ἄλλα μέλειν ἑτέροισι, σὺ δʼ ἐξέλεο πτολιάρχους
 
αὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς,
 
ὧν ἐρέτης, ὧν πάντα· τί δʼ οὐ κρατέοντος ὑπʼ ἰσχύν; 75
 
αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο,
 
τευχηστὰς δʼ Ἄρηος, ἐπακτῆρας δὲ Χιτώνης
 
Ἀρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους·
 
ἐκ δὲ Διὸς βασιλῆες· ἐπὶ χθονὸς οὐδὲν ἀνάκτων
← Önceki Metin · 4 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme