Epigram 47
ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρετο τὰν ἐπαοιδὰν
τὠραμένῳ· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ·
αἱ Μοῦσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε·
ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.
τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρὰ
5
τὠγαθόν· ἐκκόπτει τὰν φιλόπαιδα νόσον.
ἔσθʼ ἁμῖν χἄκαστά σʼ χἄκαστά σʼ Editor: χἀκαστὰς ἀφειδέα ποττὸν Ἔρωτα·
τουτί, παῖ, τοῦτ εἶπαι Kaibel. κείρευ τὰ πτερὰ παιδάριον,
οὐδʼ ὅσον ἀττάραγόν τυ δεδοίκαμες· αἱ γὰρ ἐπῳδαὶ
οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.
10