Epigram 43
εἰ μὲν ἑκών, Ἀρχῖνʼ, ἐπεκώμασα, μυρία μέμφου,
εἰ δʼ ἄκων ἥκω, τὴν προπέτειαν ἔα.
ἄκρητος καὶ Ἔρως μʼ ἠνάγκασαν, ὧν ὁ μὲν αὐτῶν
εἷλκεν, ὁ δʼ οὐκ εἴα τὴν προπέτειαν ἐᾶν. σώφρονα θυμὸν ἔχειν A. P.
ἐλθὼν δʼ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλʼ ἐφίλησα
5
τὴν φλιήν· εἰ τοῦτʼ ἔστʼ ἀδίκημʼ, ἀδικέω.