Thesauros Literature hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus

Epigram 32

 
Θεσσαλικὲ Κλεόνικε, τάλαν, τάλαν, οὐ μὰ τὸν ὀξὺν
 
ἥλιον, οὐκ ἔγνων· σχέτλιε, ποῦ γέγονας;
 
ὀστέα σοὶ καὶ μοῦνον ἔτι τρίχες· ἦ ῥά σε δαίμων
 
οὑμὸς ἔχει, χαλεπῇ δʼ ἤντεο θευμορίῃ;
 
ἔγνων· Εὐξίθεός σε συνήρπασε, καὶ σὺ γὰρ ἐλθὼν 5
 
τὸν καλόν, ὦ μοχθήρʼ, ἔβλεπες ἀμφοτέροις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme