Thesauros Literature hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus

Epigram 20

 
Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλʼ ἐνὶ πόντῳ
 
ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,
 
ἔμπορος Αἰγίνηθεν ὅτʼ ἔπλεε. χὠ μὲν ἐν ὑγρῇ
 
νεκρός, ἐγὼ δʼ ἄλλως οὔνομα τύμβος ἔχων
 
κηρύσσω πανάληθες ἔπος τόδε φεῦγε θαλάσσῃ 5
 
συμμίσγειν ἐρίφων, ναυτίλε, δυομἐνων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme