Epigram 15
ἦ ῥʼ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; εἰ τὸν Ἀρίμμα
τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπʼ ἐμοί.
ὦ Χαρίδα, τί τὰ νέρθε; πολὺ σκότος. αἱ δʼ ἄνοδοι τί;
ψεῦδος. ὁ δὲ Πλούτων; μῦθος. ἀπωλόμεθα.
οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδὺν
5
βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδῃ.