Thesauros Literature hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus

Epigram 42

 
εἰ μὲν ἑκὼν Ἀρχῖνʼ ἐπεκώμασα, μυρία μέμφου,
 
εἰ δʼ ἄκων ἥκω, τὴν προπέτειαν ἔα.
 
Ακρητος καὶ Ἔρως μʼ ἠνάγκασαν, ὧν ὃ μὲν αὐτῶν
 
εἷλκεν, ὃ δʼ οὐκ εἴα τὴν προπέτειαν ἐᾶν.
 
ἐλθὼν δʼ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλʼ ἐφίλησα 5
 
τὴν φλιήν· εἰ τοῦτʼ ἔστʼ ἀδίκημʼ, ἀδικέω.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme