Thesauros Literature hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus

Epigram 41

 
ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δʼ οὐκ οἶδʼ
 
εἴτʼ Ἔρος εἴτʼ Ἀίδης ἥρπασε, πλὴν ἀφανές.
 
ἦ ῥά τινʼ ἐς παίδων πάλιν ὤιχετο; καὶ μὲν ἀπεῖπον
 
πολλάκι τὴν δρῆστιν μὴ ὑποδέχεσθε νέοι.
 
† ουκισυνιφησον· ἐκεῖσε γὰρ ἡ λιθόλευστος 5
 
κείνη καὶ δύσερως οἶδʼ ὅτι που στρέφεται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme