Thesauros Literature hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus

Epigram 30

 
Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν, οὐ μὰ τὸν ὀξύν
 
ἥλιον, οὐκ ἔγνων· σχέτλιε ποῦ γέγονας;
 
ὀστέα σοὶ καὶ μοῦνον ἔτι τρίχες· ἦ ῥά σε δαίμων
 
οὑμὸς ἔχει, χαλεπῆι δʼ ἤντεο θευμορίηι;
 
ἔγνων̀· Εὐξίθεός σε συνήρπασε, καὶ σὺ γὰρ ἐλθών 5
 
τὸν καλόν, ὦ μοχθήρʼ, ἔβλεπες ἀμφοτέροις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme