Thesauros Literature hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus

Epigram 28

 
ἐχθαίρω τὸ ποίημα τὸ κυκλικόν, οὐδὲ κελεύθωι
 
χαίρω τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει,
 
μισέω καὶ περίφοιτον ἐρώμενον, οὐδʼ ἀπὸ κρήνης
 
πίνω· σικχαίνω πάντα τὰ δημόσια.
 
Λυσανίη σὺ δὲ ναιχὶ καλὸς καλός — ἀλλὰ πρὶν εἰπεῖν 5
 
τοῦτο σαφῶς, Ἠχώ φησί τις ἄλλος ἔχει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme