Thesauros Literature hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus

Epigram 18

 
Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλʼ ἐνὶ πόντωι
 
ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,
 
ἔμπορος Αἰγίνηθεν ὅτʼ ἔπλεε. χὢ μὲν ἐν ὑγρῆι
 
νεκρός, ἐγὼ δʼ ἄλλως οὔνομα τύμβος ἔχων
 
κηρύσσω πανάληθες ἔπος τόδε φεῦγε θαλάσσηι 5
 
συμμίσγειν ἐρίφων ναυτίλε δυομένων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme