Thesauros Literature hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus

Epigram 13

 
ʼΗ ῥʼ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; εἰ τὸν Ἀρίμμα
 
τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπʼ ἐμοί.
 
ὦ Χαρίδα, τί τὰ νέρθε; πολὺ σκότος. αἱ δʼ ἄνοδοι τί;
 
ψεῦδος. ὁ δὲ Πλούτων; μῦθος. ἀπωλόμεθα.
 
οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδύν 5
 
βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδηι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme