Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
γαμβροκτόνον ῥαίσοντα πενθεροφθόροις
 
βουλαῖς ἀνἀγνοις, ἃς ὁ Καδμίλου γόνος
 
ἤρτυσε. τὸν δὲ λοῖσθον ἐκπιὼν σκύφον
 
φερωνύμους ἔδυψε Νηρέως τάφους,
 
πανώλεθρον κηλῖδα θωύξας γένει, 165
 
ὁ τὴν πόδαργον Ψύλλαν ἡνιοστροφῶν
 
καὶ τὴν ὁπλαῖς ῞Αρπινναν Ἁρπυίαις ἴσην.
 
τὸν δʼ αὖ τέταρτον αὐθόμαιμον ὄψεται
 
κίρκου καταρρακτῆρος, ὅν τε συγγόνων
 
τὰ δευτερεῖα τῆς δαϊσφάλτου πάλης 170
 
λαβόντα κηρύξουσιν. ἐν δὲ δεμνίοις
 
τὸν ἐξ ὀνείρων πέμπτον ἐστροβημένον
 
εἰδωλοπλάστῳ προσκαταξανεῖ ῥέθει,
 
τὸν μελλόνυμφον εὐνέτην Κυταϊκῆς,
 
τῆς ξεινοβάκχης, ὅν ποτʼ Οἰνώνης φυγάς, 175
 
μύρμων τὸν ἑξάπεζον ἀνδρώσας στρατόν,
 
Πελασγικὸν Τυφῶνα γεννᾶται πατήρ,
 
ἀφʼ ἑπτὰ παίδων φεψάλῳ σποδουμένων
 
μοῦνον φλέγουσαν ἐξαλύξαντα σποδόν.
 
χὠ μὲν παλιμπόρευτον ἵξεται τρίβον, 180
← Önceki Metin · 9 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme