Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
κλαίων δὲ πάτραν τὴν πρὶν ῇθαλωμένην
 
ἵξῃ χεροῖν εἴδωλον ἠγκαλισμένος
 
τῆς πενταλέκτρου θυιάδος Πλευρωνίας.
 
γυιαὶ γὰρ εὐναστῆρας ἄμναμοι τριπλαῖς
 
πήναις κατεκλώσαντο δηναιᾶς Ἁλός 145
 
νυμφεῖα πεντάγαμβρα δαίσασθαι γάμων.
 
δοιὼ μὲν ἁρπακτῆρας αὐγάσει λύκους,
 
πτηνοὺς τριόρχας αἰετοὺς ὀφθαλμίας,
 
τὸν δʼ ἐκ Πλυνοῦ τε κἀπὸ Καρικῶν ποτῶν
 
βλαστόντα ῥίζης, ἡμικρῆτα βάρβαρον, 150
 
Ἐπειόν, οὐκ Ἀργεῖον ἀκραιφνῆ γοναῖς.
 
οὗ πάππον ἐν γαμφαῖσιν Ἐνναία ποτὲ
 
Ἕρκυννʼ Ἐρινὺς Θουρία Ξιφηφόρος
 
ἄσαρκα μιστύλασα τύμβευσεν φάρῳ,
 
τὸν ὠλενὶτην χόνδρον ἐνδατουμένη. 155
 
ὃν δὴ δὶς ἡβήσαντα καὶ βαρὺν πόθον
 
φυγόντα Ναυμέδοντος ἁρπακτήριον
 
ἔστειλʼ Ἐρεχθεὺς εἰς Λετριναίους γύας
 
λευρὰν ἀλετρεύσοντα Μόλπιδος πέτραν,
 
τοῦ Ζηνὶ δαιτρευθέντος Ὀμβρίῳ δέμας, 160
← Önceki Metin · 8 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme