Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
Τόσσʼ ἠγόρευε, καὶ παλίσσυτος ποσὶν
 
ἔβαινεν εἱρκτῆς ἐντός. ἐν δὲ καρδίᾳ
 
σειρῆνος ἐστέναξε λοίσθιον μέλος,
 
Κλάρου Μιμαλλών, ἢ Μελαγκραίρας κόπις
 
Νησοῦς θυγατρός, ἤ τι Φίκιον τέρας, 1465
 
ἑλικτὰ κωτίλλουσα δυσφράστως ἔπη.
 
ἐγὼ δὲ λοξὸν ἦλθον ἀγγέλλων, ἄναξ,
 
σοὶ τόνδε μῦθον παρθένου φοιβαστρίας,
 
ἐπεί μʼ ἔταξας φύλακα λαΐνου στέγης
 
καὶ πάντα φράζειν κἀναπεμπάζειν λόγον 1470
 
ἐτητύμως ἄψορρον ὤτρυνας τρόχιν.
 
δαίμων δέ φήμας εἰς τὸ λῷον ἐκδραμεῖν
 
τεύξειεν, ὅσπερ σῶν προκήδεται θρόνων,
 
σώζων παλαιὰν Βεβρύκων παγκληρίαν.
← Önceki Metin · 74 / 74

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme