Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
ἀλλʼ ἀστίβητον οἶμον, οἷά τις σιφνεύς,
 
κευθμῶνος ἐν σήραγγι τετρήνας μυχούς,
 
νέρθεν θαλάσσης ἀτραποὺς διήνυσε,
 
τέκνων ἀλύξας τὰς ξενοκτόνους πάλας
 
καὶ πατρὶ πέμψας τὰς ἐπηκόους λιτὰς 125
 
στῆσαι παλίμπουν εἰς πάτραν, ὅθεν πλάνης
 
Παλληνίαν ἐπῆλθε γηγενῶν τροφόν—
 
κεῖνός σε, Γουνεὺς ὥσπερ, ἐργάτης δίκης
 
τῆς θʼ Ἡλίου θυγατρὸς Ἰχναίας βραβεύς,
 
ἐπεσβολήσας λυγρὰ νοσφιεῖ γάμων, 130
 
λίπτοντα κάσσης ἐκβαλὼν πελειάδος·
 
ὅς τοὺς Λύκου τε καὶ Χιμαιρέως τάφους
 
χρησμοῖσι κυδαίνοντας οὐκ αἰδούμενος
 
οὐδʼ Ἀνθέως ἔρωτας οὐδὲ τὸν ξένοις
 
σύνδορπον Αἰγαίωνος ἁγνίτην πάγον 135
 
ἔτλης θεῶν ἀλοιτὸς ἐκβῆναι δίκην,
 
λάξας τράπεζαν κἀνακυπώσας Θέμιν,
 
ἄρκτου τιθήνης ἐκμεμαγμένος τρόπους.
 
τοιγὰρ ψαλάξεις εἰς κενὸν νευρᾶς κτύπον,
 
ἄσιτα κὰδώρητα φορμίζων μέλη· 140
← Önceki Metin · 7 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme