Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
σκαρθμῶν ἰαύσεις εἰναφώσσωνα στόλον.
 
καὶ τὴν ἄνυμφον πόρτιν ἁρπάσας λύκος,
 
δυοῖν πελειαῖν ὠρφανισμένην γονῆς
 
καὶ δευτέραν εἰς ἄρκυν ὀθνείων βρόχων
 
ληῖτιν ἐμπταίσασαν ἰξευτοῦ πτερῷ, 105
 
Θύσαισιν ἁρμοῖ μηλάτων ἀπάργματα
 
φλέγουσαν ἐν κρόκαισι καὶ Βύνῃ θεᾷ,
 
θρέξεις ὑπὲρ Σκάνδειαν Αἰγίλου τʼ ἄκραν,
 
αἴθων ἐπακτὴρ καγχαλῶν ἀγρεύματι.
 
νήσῳ δʼ ἐνὶ δράκοντος ἐκχέας πόθον 110
 
Ἀκτῆς, διμόρφου γηγενοῦς σκηπτουχίας,
 
τὴν δευτέραν ἕωλον οὐκ ὄψει Κύπριν,
 
ψυχρὸν παραγκάλισμα κἀξ ὀνειράτων
 
κεναῖς αφάσσων ὠλέναισι δέμνια.
 
ὁ γάρ σε συλλέκτροιο Φλεγραίας πόσις 115
 
στυγνὸς Τορώνης, ᾧ γέλως ἀπέχθεται
 
καὶ δάκρυ, νῆις δʼ ἐστὶ καὶ τητώμενος
 
ἀμφοῖν, ὁ Θρῄκης ἔκ ποτʼ εἰς ἐπακτίαν
 
Τρίτωνος ἐκβολαῖσιν ἠλοκισμένην
 
χέρσον περάσας, οὐχὶ ναυβάτῃ στόλῳ, 120
← Önceki Metin · 6 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme