Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
εἰς σπλάγχνʼ ἐχίδνης αὐτόχειρ βάψει ξίφος,
 
κακὸν μίασμʼ ἔμφυλον ἀλθαίνων κακῷ.
 
ἐμὸς δʼ ἀκοίτης, δμωίδος νύμφης ἄναξ,
 
Ζεὺς Σπαρτιάταις αἱμύλοις κληθήσεται,
 
τιμὰς μεγίστας Οἰβάλου τέκνοις λαχών. 1125
 
οὐ μὴν ἐμὸν νώνυμνον ἀνθρώποις σέβας
 
ἔσται, μαρανθὲν αὖθι ληθαίῳ σκότῳ.
 
ναὸν δέ μοι τεύξουσι Δαυνίων ἄκροι
 
Σάλπης παρʼ ὄχθαις, οἵ τε Δάρδανον πόλιν
 
ναίουσι, λίμνης ἀγχιτέρμονες ποτῶν. 1130
 
κοῦραι δὲ παρθένειον ἐκφυγεῖν ζυγὸν
 
ὅταν θέλωσι, νυμφίους ἀρνούμεναι
 
τοὺς Ἑκτορείοις ἠγλαϊσμένους κόμαις,
 
μορφῆς ἔχοντας σίφλον ἢ μῶμαρ γένους,
 
ἐμὸν περιπτύξουσιν ὠλέναις βρέτας, 1135
 
ἄλκαρ μέγιστον κτώμεναι νυμφευμάτων,
 
Ἐρινύων ἐσθῆτα καὶ ῥέθους βαφὰς
 
πεπαμέναι θρόνοισι φαρμακτηρίοις.
 
κείναις ἐγὼ δηναιὸν ἄφθιτος θεὰ
 
ῥαβδηφόροις γυναιξὶν αὐδηθήσομαι. 1140
← Önceki Metin · 57 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme