Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
σπιλὰς δʼ ἐκείνη σῆς φερώνυμος τύχης
 
πόντον προσαυγάζουσα φημισθήσεται.
 
οἱ δʼ αὖ Πελασγῶν ἀμφὶ Μέμβλητος ῥοὰς
 
νῆσόν τε Κερνεᾶτιν ἐκπεπλωκότες
 
ὑπὲρ πόρον Τυρσηνὸν ἐν Λαμητίαις 1085
 
δίναισιν οἰκήσουσι Λευκανῶν πλάκας.
 
καὶ τοὺς μὲν ἄλγη ποικίλαι τε συμφοραὶ
 
ἄνοστον αἰάζοντας ἕξουσιν τύχην
 
ἐμῶν ἕκατι δυσγάμων ῥυσταγμάτων
 
Οὐδʼ οἱ χρόνῳ μολόντες ἀσπαστῶς δόμους 1090
 
εὐκταῖον ἐκλάμψουσι θυμάτων σέλας,
 
χάριν τίνοντες Κερδύλᾳ Λαρυνθίῳ.
 
τοιαῖσδʼ ἐχῖνος μηχαναῖς οἰκοφθορῶν
 
παραιολίξει τὰς ἀλεκτόρων πικρὰς
 
στεγανόμους ὄρνιθας. οὐδὲ ναυφάγοι 1095
 
λήξουσι πένθους δυσμενεῖς φρυκτωρίαι
 
πτόρθου διαρραισθέντος, ὃν νεοσκαφὲς
 
κρύψει ποτʼ ἐν κλήροισι Μηδύμνης στέγος.
 
ὁ μὲν γὰρ ἀμφὶ χύτλα τὰς δυσεξόδους
 
ζητῶν κελεύθους αὐχενιστῆρος βρόχου 1100
← Önceki Metin · 55 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme