Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
Λάδωνος ἀμφὶ ῥεῖθρα ναίουσα σκύλαξ.
 
ὅθεν, πεφευγὼς ἑρπετῶν δεινὴν μάχην
 
δρακοντομόρφων, εἰς Ἀμαντίαν πόλιν
 
πλώσει, πέλας δὲ γῆς Ἀτιντάνων μολών,
 
Πράκτιν παρʼ αὐτὴν αἰπὺ νάσσεται λέπας, 1045
 
τοῦ Χαονίτου νᾶμα Πολυάνθους δρέπων.
 
ὁ δʼ Αὐσονείων ἄγχι Κάλχαντος τάφων,
 
δυοῖν ἀδελφοῖν ἅτερος, ψευδηρίων
 
ξένην ἐπʼ ὀστέοισιν ὀγχήσει κόνιν.
 
δοραῖς δὲ μήλων τύμβον ἐγκοιμωμένοις 1050
 
χρήσει καθʼ ὕπνον πᾶσι νημερτῆ φάτιν,
 
νόσων δʼ ἀκεστὴς Δαυνίοις κληθήσεται,
 
ὅταν κατικμαίνοντες Ἀλθαίνου ῥοαῖς
 
ἀρωγὸν αὐδήσωσιν Ἠπίου γόνον
 
ἀστοῖσι καὶ ποίμναισι πρευμενῆ μολεῖν. 1055
 
ἔσται ποτὲ πρεσβεῦσιν Αἰτωλῶν φάος
 
ἐκεῖ γοηρὸν καὶ πανέχθιστον φανέν,
 
ὅταν Σαλάγγων γαῖαν Ἀγγαίσων θʼ ἕδη
 
μολόντες αἰτίζωσι κοιράνου γύας,
 
ἐσθλῆς ἀρούρης πῖαρ ἔγκληρον χθονός. 1060
← Önceki Metin · 53 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme