Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
Κρᾶθις δὲ γείτων ἠδὲ Μυλάκων ὅροις
 
χῶρος ὄρος (cod. B) χώρας Scheer. συνοίκους δέξεται Κόλχων Πόλαις,
 
μαστῆρας οὓς θυγατρὸς ἔστειλεν βαρὺς
 
Αἴας Κορίνθου τʼ ἀρχός, Εἰδυίας πόσις,
 
τὴν νυμφαγωγὸν ἐκκυνηγετῶν τρόπιν, 1025
 
οἳ πρὸς βαθεῖ νάσσαντο Διζηροῦ πόρῳ.
 
ἄλλοι δὲ Μελίτην νῆσον Ὀθρωνοῦ πέλας
 
πλαγκτοὶ κατοικήσουσιν, ἣν πέριξ κλύδων
 
ἔμπλην Παχύνου Σικανὸς προσμάσσεται,
 
τοῦ Σισυφείου παιδὸς ὀχθηρὰν ἄκραν 1030
 
ἐπώνυμόν ποθʼ ὑστέρῳ χρόνῳ γράφων
 
κλεινόν θʼ ἵδρυμα παρθένου Λογγάτιδος,
 
Ἕλωρος ἔνθα ψυχρὸν ἐκβάλλει ποτόν.
 
Παπποκτόνος δʼ Ὀθρωνὸν οἰκήσει λύκος,
 
τηλοῦ πατρῷα ῥεῖθρα Κοσκύνθου ποθῶν. 1035
 
ὃς ἐν θαλάσσῃ χοιράδων βεβὼς ἔπι
 
ῥήτρας πολίταις τὰς στρατοπλώτους ἐρεῖ.
 
χέρσου πατρῴας οὐ γὰρ ἂν φονῆ ποσὶ
 
ψαῦσαι, μέγαν πλειῶνα μὴ πεφευγότα,
 
δίκης ἐάσει τάρροθος Τελφουσία 1040
← Önceki Metin · 52 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme