Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
τεύξει τράφηκι φοινίῳ τετμημένῳ.
 
Κροτωνιᾶται δʼ ἄστυ πέρσουσίν ποτε
 
Ἀμαζόνος, φθέρσαντες ἄτρομον κόρην
 
Κλήτην, ἄνασσαν τῆς ἐπωνύμου πάτρας.
 
πολλοὶ δὲ πρόσθεν γαῖαν ἐκ κείνης ὀδὰξ 1005
 
δάψουσι πρηνιχθέντες, οὐδʼ ἄτερ πόνων
 
πύργους διαρραίσουσι Λαυρήτης γόνοι.
 
οἱ δʼ αὖ Τέρειναν, ἔνθα μυδαίνει ποτοῖς
 
Ὠκίναρος γῆν, φοῖβον ἐκβράσσων ὕδωρ,
 
ἄλῃ κατοικήσουσι κάμνοντες πικρᾷ. 1010
 
τὸν δʼ αὖ τὰ δευτερεῖα καλλιστευμάτων
 
λαβόντα, καὶ τὸν ἐκ Λυκορμαίων ποτῶν
 
στρατηλάτην σῦν, καρτερὸν Γόργης τόκον,
 
τῇ μὲν Λίβυσσαν ψάμμον ἄξουσι πνοαὶ
 
Θρῇσσαι ποδωτοῖς ἐμφορούμεναι λίνοις, 1015
 
τῇ δʼ ἐκ Λιβύσσης αὖθις ἐμπίπτων νότος
 
εἰς Ἀργυρίνους καὶ Κεραυνίων νάπας
 
ἄξει βαρεῖ πρηστῆρι ποιμαίνων ἅλα.
 
ἔνθα πλανήτην λυπρὸν ὄψονται βίον
 
Λακμωνίου πίνοντες Αἴαντος ῥοάς. 1020
← Önceki Metin · 51 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme