Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
ὧν δὴ μίαν Κριμισός, ἰνδαλθεὶς κυνί,
 
ἔζευξε λέκτροις ποταμός· ἡ δὲ δαίμονι
 
τῷ θηρομίκτῳ σκύλακα γενναῖον τεκνοῖ,
 
τρισσῶν συνοικιστῆρα καὶ κτίστην τόπων.
 
ὃς δὴ ποδηγῶν πτόρθον Ἀγχίσου νόθον 965
 
ἄξει τρίδειρον νῆσον εἰς ληκτηρίαν,
 
τῶν Δαρδανείων ἐκ τόπων ναυσθλούμενον.
 
Αἰγέστα τλῆμον, σοὶ δὲ δαιμόνων φραδαῖς
 
πένθος μέγιστον καὶ διʼ αἰῶνος πάτρας
 
ἔσται πυρὸς ῥιπαῖσιν ᾐθαλωμένης. 970
 
μόνη δὲ πύργων δυστυχεῖς κατασκαφὰς
 
νήπαυστον αἰάζουσα καὶ γοωμένη
 
δαρὸν στενάξεις. πᾶς δὲ λυγαίαν λεὼς
 
ἐσθῆτα προστρόπαιον ἐγχλαινούμενος
 
αὐχμῷ πινώδης λυπρὸν ἀμπρεύσει βίον. 975
 
κρατὸς δʼ ἄκουρος νῶτα καλλυνεῖ φόβη,
 
μνήμην παλαιῶν τημελοῦσʼ ὀδυρμάτων.
 
πολλοὶ δὲ Σῖριν ἀμφὶ καὶ Λευταρνίαν
 
ἄρουραν οἰκήσουσιν, ἔνθα δύσμορος
 
Κάλχας ὀλύνθων Σισυφεὺς ἀνηρίθμων 980
← Önceki Metin · 49 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme