Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
οὔπω τὸ Τιτοῦς λαμπρὸν αὐγάζων φάος
 
οὐδʼ ἐκφυγὼν ὠδῖνας ἀλγεινὰς τόκων.
 
τοιγὰρ πόποι φύξηλιν ἤνδρωσαν σπόρον,
 
πύκτην μὲν ἐσθλόν, πτῶκα δʼ ἐν κλόνῳ δορός,
 
καὶ πλεῖστα τέχναις ὠφελήσαντα στρατόν· 945
 
ὃς ἀμφὶ Κῖριν καὶ Κυλιστάνου Κυλιστάνου Scheer from E.M. 544. 30 Κυλιστάρ(ν)ου.γάνος
 
ἔπηλυς οἴκους τῆλε νάσσεται πάτρας,
 
τὰ δʼ ἐργαλεῖα, τοῖσι τέτρηνας βρέτας
 
τεύξει ποτʼ ἐγχώροισι μέρμερον βλάβην,
 
καθιερώσει Μυνδίας ἀνακτόροις. 950
 
ἄλλοι δʼ ἐνοικήσουσι Σικανῶν χθόνα,
 
πλαγκτοὶ μολόντες, ἔνθα Λαυμέδων τριπλᾶς
 
ναύταις ἔδωκε Φοινοδάμαντος κόρας,
 
ταῖς κητοδόρποις συμφοραῖς δεδηγμένος,
 
τηλοῦ προθεῖναι θηρσὶν ὠμησταῖς βορὰν 955
 
μολόντας εἰς γῆν ἕσπερον Λαιστρυγόνων,
 
ὅπου συνοικεῖ δαψιλὴς ἐρημία.
 
αἱ δʼ αὖ παλαιστοῦ μητέρος Ζηρυνθίας
 
σηκὸν μέγαν δείμαντο, δωτίνην θεᾷ,
 
μόρον φυγοῦσαι καὶ μονοικήτους ἕδρας, 960
← Önceki Metin · 48 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme