Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
Μόψον Τιταιρώνειον ἔνθα ναυβάται
 
θανόντα ταρχύσαντο, τυμβείαν δʼ ὑπὲρ
 
κρηπῖδʼ ἀνεστήλωσαν Ἀργῷου δορὸς
 
κλασθὲν πέτευρον, νερτέρων κειμήλιον,
 
Αὔσιγδα Κινύφειος ᾗ τέγγων ῥόος 885
 
νασμοῖς λιπαίνει, τῷ δὲ Νηρέως γόνῳ
 
Τρίτωνι Κολχὶς ὤπασεν δάνος γυνὴ
 
χρυσῷ πλατὺν κρατῆρα κεκροτημένον,
 
δείξαντι πλωτὴν οἶμον, ᾗ διὰ στενῶν
 
μύρμων ἐνήσει Τῖφυς ἄθραυστον σκάφος. 890
 
Γραικοὺς δὲ χώρας τουτάκις λαβεῖν κράτη
 
θαλασσόπαις δίμορφος αὐδάζει θεός,
 
ὅταν παλίμπουν δῶρον ἄγραυλος λεὼς
 
῞Ελληνʼ ὀρέξῃ νοσφίσας πάτρας Λίβυς.
 
εὐζὰς δὲ δειμαίνοντες Ἀσβύσται κτέαρ 895
 
κρύψουσʼ ἄφαντον ἐν χθονὸς νειροῖς μυχοῖς,
 
ἐν ᾗ Κυφαίων δύσμορον στρατηλάτην
 
ναύταις συνεκβράσουσι Βορραῖαι πνοαί,
 
τόν τʼ ἐκ Παλαύθρων ἔκγονον Τενθρηδόνος,
 
Ἀμφρυσίων σκηπτοῦχον Εὐρυαμπίων, 900
← Önceki Metin · 45 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme