Metin
καὶ Δωρίδος, πρηστῆρα δαΐου μάχης,
καὶ μήτε χρυσῷ φαιδρὰ καλλύνειν ῥέθη,
μήθʼ ἁβροπήνους ἀμφιβάλλεσθαι πέπλους
κάλχῃ φορυκτούς, οὕνεκεν θεᾷ θεὸς
χέρσου μέγαν στόρθυγγα δωρεῖται κτίσαι.
865
ἥξει δὲ ταύρου γυμνάδας κακοξένους
πάλης κονίστρας, ὅν τε Κωλῶτις τεκνοῖ,
Ἀλεντία κρείουσα Λογγούρου μυχῶν,
Ἅρπης Κρόνου πήδημα Καγχείας θʼ ὕδωρ
κάμψας, Γονοῦσάν τʼ ἠδὲ Σικανῶν πλάκας,
870
καὶ θηροχλαίνου σηκὸν ὠμηστοῦ λύκου,
ὃν Κρηθέως ἄμναμος ὁρμίσας σκάφος
ἔδειμε πεντήκοντα σὺν ναυηγέταις.
κρόκαι δὲ Μινυῶν εὐλιπῆ στελγίσματα
τηροῦσιν, ἅλμης οὐδὲ φοιβάζει κλύδων
875
οὐδʼ ὀμβρία σμήχουσα δηναιὸν νιφάς.
ἄλλους δὲ θῖνες οἵ τε Ταυχείρων πέλας
μύρμηκες αἰάζουσιν ἐκβεβρασμένους
ἔρημον εἰς Ἄτλαντος οἰκητήριον
θρυλιγμάτων δέρτροισι προσσεσηρότας·
880