Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
λύγοισι τετρανθεῖσα, τὰς ὁ λυμεὼν
 
ἐπεγκολάπτειν ἀστένακτος αἰνέσει,
 
ἑκουσίαν σμώδιγγα προσμάσσων δομῇ,
 
ὅπως παλεύσῃ δυσμενεῖς, κατασκόποις
 
λώβαισι καὶ κλαυθμοῖσι φηλώσας πρόμον. 785
 
ὃν Βομβυλείας κλιτὺς ἡ Τεμμικία
 
ὕψιστον ἡμῖν πῆμʼ ἐτέκνωσέν ποτε,
 
μόνος πρὸς οἴκους ναυτίλων σωθεὶς τάλας.
 
λοῖσθον δὲ καύηξ ὥστε κυμάτων δρομεύς,
 
ὡς κόγχος ἅλμῃ πάντοθεν περιτριβείς, 790
 
κτῆσίν τε θοίναις Πρωνίων λαφυστίαν
 
πρὸς τῆς Λακαίνης αἰνοβακχεύτου κιχὠν,
 
σῦφαρ θανεῖται πόντιον φυγὼν σκέπας
 
κόραξ σὺν ὅπλοις Νηρίτων δρυμῶν πέλας.
 
κτενεῖ δὲ τύψας πλευρὰ λοίγιος στόνυξ 795
 
κέντρῳ δυσαλθὴς ἔλλοπος Σαρδωνικῆς.
 
κέλωρ δὲ πατρὸς ἄρταμος κληθήσεται,
 
Ἀχιλλέως δάμαρτος αὐτανέψιος.
 
μάντιν δὲ νεκρὸν Εὐρυτὰν στέψει λεὼς
 
ὅ τʼ αἰπὺ ναίων Τραμπύας ἐδέθλιον, 800
← Önceki Metin · 40 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme