Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
ἔτεια κυδανοῦσιν οἰωνὸν θεάν.
 
ἀκτὴν δὲ τὴν προὔχουσαν εἰς Ἐνιπέως
 
Λευκωσία ῥιφεῖσα τὴν ἐπώνυμον
 
πέτραν ὀχήσει δαρόν, ἔνθα λάβρος Ἲς
 
γείτων θʼ ὁ Λᾶρις ἐξερεύγονται ποτά. 725
 
λίγεια δʼ εἰς Τέρειναν ἐκναυσθλώσεται,
 
κλύδωνα χελλύσσουσα. τὴν δὲ ναυβάται
 
κρόκαισι ταρχύσουσιν ἐν παρακτίαις,
 
Ὠκινάρου δίναισιν ἀγχιτέρμονα.
 
λούσει δὲ σῆμα βούκερως νασμοῖς Ἄρης 730
 
ὀρνιθόπαιδος ἵσμα φοιβάζων ποτοῖς.
 
πρώτῃ δέ καὶ ποτʼ αὖθι συγγόνων θεᾷ
 
κραίνων ἁπάσης Μόψοπος ναυαρχίας
 
πλωτῆρσι λαμπαδοῦχον ἐντυνεῖ δρόμον,
 
χρησμοῖς πιθήσας. ὅν ποτʼ αὐξήσει λεὼς 735
 
Νεαπολιτῶν, οἳ παρʼ ἄκλυστον σκέπας
 
ὅρμων Μισηνοῦ στύφλα νάσσονται κλίτη.
 
Βύκτας δʼ ἐν ἀσκῷ συγκατακλείσας βοὸς
 
παλινστροβήτοις πημοναῖς ἀλώμενος
 
κεραυνίῃ μάστιγι συμφλεχθήσεται 740
← Önceki Metin · 37 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme