Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
ἐξ οὗ τὰ πάντα χύτλα καὶ πᾶσαι μυχῶν
 
πηγαὶ κατʼ Αὐσονῖτιν ἕλκονται χθόνα,
 
λιπὼν δε Ληθαιῶνος ὑψηλὸν κλέτας
 
λίμνην τʼ Ἄορνον ἀμφιτορνωτὴν βρόχῳ
 
καὶ χεῦμα Κωκυτοῖο λαβρωθὲν σκότῳ, 705
 
Στυγὸς κελαινῆς νασμόν, ἔνθα Τερμιεὺς
 
ὁρκωμότους ἔτευξεν ἀφθίτοις ἕδρας,
 
λοιβὰς ἀφύσσων χρυσέαις πέλλαις γάνος,
 
μέλλων Γίγαντας κἀπὶ Τιτῆνας περᾶν·
 
θήσει Δαείρᾳ καὶ ξυνευνέτῃ δάνος, 710
 
πήληκα κόρσῃ κίονος προσάρμοσας.
 
κτενεῖ δὲ κούρας Τηθύος παιδὸς τριπλᾶς,
 
οἴμας μελῳδοῦ μητρὸς ἐκμεμαγμένας,
 
αὐτοκτόνοις ῥιφαῖσιν ἐξ ἄκρας σκοπῆς
 
Τυρσηνικὸν πρὸς κῦμα δυπτούσας πτεροῖς, 715
 
ὅπου λινεργὴς κλῶσις ἑλκύσει πικρά.
 
τὴν μὲν Φαλήρου τύρσις ἐκβεβρασμένην
 
Γλάνις τε ῥείθροις δέξεται τέγγων χθόνα·
 
οὗ σῆμα δωμήσαντες ἔγχωροι κόρης
 
λοιβαῖσι καὶ θύσθλοισι Παρθενόπην βοῶν 720
← Önceki Metin · 36 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme