Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
ἥξει δʼ ἐρεμνὸν εἰς ἀλήπεδον φθιτῶν
 
καὶ νεκρόμαντιν πέμπελον διζήσεται
 
ἀνδρῶν γυναικῶν εἰδότα ξυνουσίας,
 
ψυχαῖσι θερμὸν αἷμα προσράνας βόθρῳ,
 
καὶ φασγάνου πρόβλημα, νερτέροις φόβον, 685
 
πήλας ἀκούσει κεῖθι πεμφίγων ὄπα
 
λεπτὴν ἀμαυρᾶς μάστακος προσφθέγμασιν.
 
ὅθεν Γιγάντων νῆσος ἡ μετάφρενον
 
θλάσασα καὶ Τυφῶνος ἀγρίου δέμας
 
φλογμῷ ζέουσα δέξεται μονόστολον, 690
 
ἐν ᾗ πιθήκων πάλμυς ἀφθίτων γένος
 
δύσμορφον εἰς κηκασμὸν ᾤκισεν τόσων,
 
οἳ μῶλον ὠρόθυναν ἐκγόνοις Κρόνου.
 
Βαίου δʼ ἀμείψας τοῦ κυβερνήτου τάφον
 
καὶ Κιμμέρων ἔπαυλα κἀχερουσίαν 695
 
ῥόχθοισι κυμαίνουσαν οἴδματος χύσιν
 
Ὄσσαν τε καὶ λέοντος ἀτραποὺς βοῶν
 
χωστὰς Ὀβριμοῦς τʼ ἄλσος οὐδαίας Κόρης,
 
Πυριφλεγές τε ῥεῖθρον, ἔνθα δύσβατος
 
τείνει πρὸς αἴθραν κρᾶτα Πολυδέγμων λόφος, 700
← Önceki Metin · 35 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme