Thesauros Literature hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
ὑπὲρ τράφηκος σῆμα κείμενον σκοποῦ.
 
καὶ τοὶ μὲν ἀκτὰς ἐμβατήσονται λεπρὰς
 
Ἰβηροβοσκοὺς ἄγχι Ταρτησοῦ πύλης,
 
Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι,
 
γραῖαν ποθοῦντες καὶ Λεοντάρνης πάγους 645
 
Σκῶλόν τε καὶ Τέγυραν Ὀγχηστοῦ θʼ ἕδος
 
καὶ χεῦμα Θερμώδοντος Ὑψάρνου θʼ ὕδωρ.
 
τοὺς δʼ ἀμφὶ Σύρτιν καὶ Λιβυστικὰς πλάκας
 
στενήν τε πορθμοῦ συνδρομὴν Τυρσηνικοῦ
 
καὶ μιξόθηρος ναυτιλοφθόρους σκοπὰς 650
 
τῆς πρὶν θανούσης ἐκ χερῶν Μηκιστέως
 
τοῦ στερφοπέπλου Σκαπανέως Βοαγίδα
 
ἁρπυιογούνων κλώμακάς τʼ ἀηδόνων
 
πλαγχθέντας, ὠμόσιτα δαιταλωμένους,
 
πρόπαντας Ἅιδης πανδοκεὺς ἀγρεύσεται, 655
 
λώβαισι παντοίαισιν ἐσπαραγμένους,
 
ἕνα φθαρέντων ἄγγελον λιπὼν φίλων
 
δελφινόσγμον κλῶπα Φοινίκης θεᾶς.
 
ὃς ὄψεται μὲν τοῦ μονογλήνου στέγας
 
χάρωνος, οἴνης τῷ κρεωφάγῳ σκύφον 660
← Önceki Metin · 33 / 74 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme